Site icon Φιλολογικός Ιστότοπος

Αδίδακτο κείμενο: Ξενοφῶντος, Ἑλληνικά, 4.8. 5-7

Ξενοφῶντος Κύρου Ἀνάβασις 3.2.11-13

Αδίδακτο κείμενο: Ξενοφῶντος, Ἑλληνικά, 4.8. 5-7

Οι συμβουλές του Δερκυλίδα προς τους Αβυδηνούς να παραμείνουν πιστοί σύμμαχοί των Λακεδαιμονίων.

 

οἱ μὲν δὴ ταῦτα ἀκούοντες οὐκ ἀκόντως ἀλλὰ προθύμως ἐπείσθησαν· καὶ τοὺς μὲν ἰόντας ἁρμοστὰς φίλως ἐδέχοντο, τοὺς δὲ ἀπόντας μετεπέμποντο. ὁ δὲ Δερκυλίδας, ὡς συνελέγησαν πολλοὶ καὶ χρήσιμοι ἄνδρες εἰς τὴν πόλιν, διαβὰς καὶ εἰς Σηστόν, καταντικρὺ ὄντα Ἀβύδου καὶ ἀπέχοντα οὐ πλέον ὀκτὼ σταδίων, ὅσοι τε διὰ Λακεδαιμονίους γῆν ἔσχον ἐν Χερρονήσῳ, ἥθροιζε, καὶ ὅσοι αὖ ἐκ τῶν ἐν τῇ Εὐρώπῃ πόλεων ἁρμοσταὶ ἐξέπιπτον, καὶ τούτους ἐδέχετο, λέγων ὅτι οὐδ’ ἐκείνους ἀθυμεῖν δεῖ, ἐννοουμένους ὅτι καὶ ἐν τῇ Ἀσίᾳ, ἣ ἐξ ἀρχῆς βασιλέως ἐστί, καὶ Τῆμνος, οὐ μεγάλη πόλις, καὶ Αἰγαιεῖς καὶ ἄλλα γε χωρία δύνανται οἰκεῖν οὐχ ὑπήκοοι ὄντες βασιλέως. καίτοι, ἔφη, ποῖον μὲν <ἂν> ἰσχυρότερον Σηστοῦ λάβοιτε χωρίον, ποῖον δὲ δυσπολιορκητότερον; ὃ καὶ νεῶν καὶ πεζῶν δεῖται, εἰ μέλλοι πολιορκηθήσεσθαι. τούτους αὖ τοιαῦτα λέγων ἔσχε τοῦ ἐκπεπλῆχθαι. ὁ δὲ Φαρνάβαζος ἐπεὶ ηὗρε τήν τε Ἄβυδον καὶ τὸν Σηστὸν οὕτως ἔχοντα, προηγόρευεν αὐτοῖς ὡς εἰ μὴ ἐκπέμψοιεν τοὺς Λακεδαιμονίους, πόλεμον ἐξοίσει πρὸς αὐτούς.

Ξενοφῶντος, Ἑλληνικά, 4.8. 5-7

Λεξιλόγιο

 

ΙΙ. Παρατηρήσεις

1. οἱ μὲν δὴ ταῦτα… ὀκτὼ σταδίων. Να μεταφραστεί το παραπάνω απόσπασμα.

(Μονάδες 10)

2.Ποια ήταν η προειδοποίηση του Φαρνάβαζου προς την Άβυδο και τη Σηστό;

(Μονάδες 10)

 

3.Να γράψετε τους ζητούμενους τύπους:

 

(Μονάδες 10)

4.Να αναγνωρίσετε συντακτικά τις υπογραμμισμένες λέξεις του κειμένου: χρήσιμοι, ἐκ τῶν πόλεων, ταῦτα, ἐν τῇ Ἀσίᾳ, χωρίον.

 (Μονάδες 10)

 

 

Exit mobile version