Γλωσσολογία: Ασκήσεις Σημασιολογίας 
  1. Με βάση τα παρακάτω παραδείγματα, δώστε μια ολοκληρωμένη περιγραφή των σημασιολογικών ιδιοτήτων του ἄν στην ΑΕ:

Α.    ἡ ῥητορικὴ δημηγορία ἂν εἴη.

Β.    εἰ τόδε ἐγένετο, ἀπῆλθον ἄν.

Γ.    εἴπoις ἂν τὴν ἀλήθειαν;

Δ.    ποῦ εὕροιμ’ ἂν αὐτούς;

Ε.    ἀναλαμβάνων οὖν αὐτῶν τὰ ποιήματα διηρώτων ἂν αὐτούς, τί λέγοιεν.

ΣΤ.  δραχμὰς ἂν ᾔτησ’ εἴκοσιν

Ζ.    ἡ δὲ γυνὴ τοῦ Ἰνταφρένεος φοιτῶσα ἐπὶ τὰς θύρας τοῦ βασιλέος κλαίεσκε ἂν καὶ ὀδυρέσκετο.

Η.    οἱ δὲ ἂν Πέρσαι ἐπελθόντες λάβεσκον τὰ πρόβατα.

Θ.   εἰ δ’ ἐκεῖνά γε προσέθηκεν, οὐδεὶς ἀντιχειροτόνησεν ἂν.

Ι.     οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος

Κ.    λέγοις ἂν, εἴ τι τῶνδ’ ἔχεις ὑπέρτερον;

Λ.    τρώγοις ἂν ἐρεβίνθους;

  1. Σχολιάστε τις χρήσεις του «ιστορικού» ενεστώτα στα παρακάτω παραδείγματα:

Α.    καὶ μετὰ ταῦτα αὐτίκα παρῆν καὶ ἡ γυνή. ἐσελθοῦσαν δὲ καὶ τιθεῖσαν τὰ εἵματα ἐθηεῖτο ὁ Γύγης. ὡς δὲ κατὰ νώτου ἐγένετο ἰούσης τῆς γυναικός ἐς τὴν κοίτην, ὑπεκδὺς ἐχώρεε ἔξω, καὶ ἡ γυνὴ ἐπορᾷ μιν ἐξιόντα.

Β.    Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος. ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμφοτέρω παρεῖναι. ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε. Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸν σατράπην ἐποίησε, καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων ὅσοι ἐς Καστωλοῦ πεδίον ἁθροίζονται. ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον, καὶ τῶν Ἑλλήνων ἔχων ὁπλίτας ἀνέβη τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παῤῥάσιον. ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστη εἰς τὴν βασιλείαν Ἀρταξέρξης, Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύοι αὐτῷ. ὁ δὲ πείθεται καὶ συλλαμβάνει Κῦρον ὡς ἀποκτενῶν.

Γ.    καὶ εἰ αὔτη  ἡ πόλις ληφθήσεται, ἔχεταικαὶ ἡ πᾶσα Σικελία

Ο Rijksbaron(2006: 24) σημειώνει ότι ρήματα όπως εἰμι, ἔχω, οἶδα δεν εμφανίζονται ποτέ σε «ιστορικό» ενεστώτα. Μπορείτε να σκεφτείτε γιατί, επιστρατεύοντας την έννοια της λεξικής όψης (Αktionsart);

 

  1. Συζητήστε τις (μη πρωτοτυπικές) χρήσεις του παρατατικού και του αορίστου στα παρακάτω παραδείγματα. Ποιες από τις χρήσεις αυτές υπάρχουν ακόμα στη ΝΕ;

 Α. 1. ἐπῄνεσα : Μπράβο!

  1. συνῆκα: καταλαβαίνω
  2. ἐδεξάμην: δέχομαι
  3. ἥσϑην: Ωραία!

Β.    καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔϑνος

ἔπεμψεν ὑμῖν

Γ.    1. τουτί μὰ Δι᾽ ἐγὼ πολλὰ δὴ καὶ δείν᾽ ἰδὼν

    οὔπω κόρακ᾽ εἶδον ἐπεφορβιωμένον

  1. οὐπώποτ᾽ ἐμνήστευσα παῖδα σήν, γύναι

Δ.    τούς τε Ἱμεραίους ἔπεισαν […] τοῖς […] ναύταις ὅπλα παράσχειν  (τὰς γὰρ ναῦς ἀνείλκυσαν ἐν  Ἱμἐρᾳ).

Ε.     ἑσπέρα μὲν γὰρ ἦν ἧκε δ’ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται. καὶ μετὰ ταῦϑ’ οἱ μὲν εὐϑὺς ἐξαναστάντες μεταξὺ δειπνοῦντες τούς τ’ ἐκ τῶν σκηνῶν τῶν κατὰ τὴν ἀγορὰν ἐξεῖργον καὶ τὰ γέρρ’ ἐνεπίμπρασαν, οἱ δὲ τοὺς στρατηγοὺς μετεπέμποντο καὶ τὸν σαλπικτὴν ἐκάλουν καὶ ϑορύβου πλήρης ἦν ἡ πόλις. τῇ δ’ ὑστεραίᾳ, ἅμα τῇ ἡμέρᾳ, οἱ μὲν πρυτάνεις τὴν βουλὴν ἐκάλουν εἰς τὸ βουλευτήριον, ὑμεῖς δ’ εἰς τὴν ἐκκλησίαν ἐπορεύεσϑε, καὶ πρὶν ἐκείνην χρηματίσαι καὶ προβουλεῦσαι πᾶς ὁ δῆμος ἄνω καϑῆτο. καὶ μετὰ ταῦτα ὡς ἦλϑεν ἡ βουλὴ καὶ ἀπήγγειλαν οἱ πρυτάνεις τὰ προσηγγελμέν’ ἑαυτοῖς καὶ τὸν ἥκοντα παρήγαγον κἀκεῖνος εἶπεν, ἠρώτα μὲν ὁ κῆρυξ τίς ἀγορεύειν βούλεται; παρῄει δ’ οὐδείς. πολλάκις δὲ τοῦ κήρυκος ἐρωτῶντος οὐδὲν μᾶλλον ἀνίστατ’ οὐδείς, ἁπάντων μὲν τῶν στρατηγῶν παρόντων, ἁπάντων δὲ τῶν ῥητόρων […].

ΣΤ.  1.  ἄγγελοι ἔπειθον ἀποτρέπεσθαι· οἱ δ’ οὐχ ὑπήκουον

  1. ἔπειθον αὐτοὺς καὶ οὓς ἔπεισα τούτους ἔχων ἐπορευόμην.

Ζ.    1. καὶ ἅμα ἐφθεγξαντο πάντες […] καὶ πάντες δὲ ἔθεον

  1. διαλαβόντες δὲ τὰς οἰκίας ἐβάδιζον

Η.    1. ταῦτα λέγων Μεγάβαζος εὐπετέως ἔπειθεν τὸν Δαρεῖον

  1. Θέογνις […] καὶ Πείσων […] τοὺς ἀκούοντας οὐ χαλεπῶς ἔπειθον

  1. καὶ δὴ ἐζευγμένου τοῦ πόρου ἐπιγενόμενος χειμὼν μέγας συνέκοψέ τε ἐκεῖνα πάντα καὶ διέλυσε. ὡς δ᾽ ἐπύθετο Ξέρξης, δεινὰ ποιεύμενος τὸν Ἑλλήσποντον ἐκέλευσε τριηκοσίας ἐπικέσθαι μάστιγι πληγὰς καὶ κατεῖναι ἐς τὸ πέλαγος πεδέων ζεῦγος. […] ἐνετέλλετο δὲ ὦν ῥαπίζοντας λέγειν βάρβαρά τε καὶ ἀτάσθαλα· [ …] τήν τε δὴ θάλασσαν ἐνετέλλετο τούτοισι ζημιοῦν καὶ τῶν ἐπεστεώτων τῇ ζεύξι τοῦ Ἑλλησπόντου ἀποταμεῖν τὰς κεφαλάς.

 

 

Αυτός ο ιστότοπος χρησιμοποιεί το Akismet για να μειώσει τα ανεπιθύμητα σχόλια. Μάθετε πώς υφίστανται επεξεργασία τα δεδομένα των σχολίων σας.