Αδίδακτο κείμενο: Πλάτωνος Ἀλκιβιάδης Α 121b6-122a8
Ο Αλκιβιάδης είναι ένας διάλογος ανάμεσα στον Σωκράτη και τον Αλκιβιάδη, ο οποίος θέλει να ασχοληθεί με την πολιτική, για τη δικαιοσύνη και την ωφέλεια, την αυτογνωσία και τη φροντίδα για την ψυχή. Στο συγκεκριμένο αποσπασμα ο Σωκράτης συγκρίνει την καταγωγή και τη διαπαιδαγώγηση του Αλκιβιάδη με αυτές των Περσών.
Ὁ δὲ Περσῶν τοσοῦτον ὑπερβάλλει, ὥστ’ οὐδεὶς ὑποψίαν ἔχει ὡς ἐξ ἄλλου ἂν βασιλεὺς γένοιτο ἢ ἐξ αὐτοῦ· διὸ οὐ φρουρεῖται ἡ βασιλέως γυνὴ ἀλλ’ ἢ ὑπὸ φόβου. Ἐπειδὰν δὲ γένηται ὁ παῖς ὁ πρεσβύτατος, οὗπερ ἡ ἀρχή, πρῶτον μὲν ἑορτάζουσι πάντες οἱ ἐν τῇ βασιλέως, ὧν ἂν ἄρχῃ, εἶτα εἰς τὸν ἄλλον χρόνον ταύτῃ τῇ ἡμέρᾳ βασιλέως γενέθλια πᾶσα θύει καὶ ἑορτάζει ἡ Ἀσία· ἡμῶν δὲ γενομένων, τὸ τοῦ κωμῳδοποιοῦ, οὐδ’ οἱ γείτονες σφόδρα τι αἰσθάνονται, ὦ Ἀλκιβιάδη. Μετὰ τοῦτο τρέφεται ὁ παῖς, οὐχ ὑπὸ γυναικὸς τροφοῦ ὀλίγου ἀξίας, ἀλλ’ ὑπ’ εὐνούχων οἳ ἂν δοκῶσιν τῶν περὶ βασιλέα ἄριστοι εἶναι· οἷς τά τε ἄλλα προστέτακται ἐπιμέλεσθαι τοῦ γενομένου, καὶ ὅπως ὅτι κάλλιστος ἔσται μηχανᾶσθαι, ἀναπλάττοντας τὰ μέλη τοῦ παιδὸς καὶ κατορθοῦντας· καὶ ταῦτα δρῶντες ἐν μεγάλῃ τιμῇ εἰσιν. Ἐπειδὰν δὲ ἑπτέτεις γένωνται οἱ παῖδες, ἐπὶ τοὺς ἵππους καὶ ἐπὶ τοὺς τούτων διδασκάλους φοιτῶσιν, καὶ ἐπὶ τὰς θήρας ἄρχονται ἰέναι. Δὶς ἑπτὰ δὲ γενόμενον ἐτῶν τὸν παῖδα παραλαμβάνουσιν οὓς ἐκεῖνοι βασιλείους παιδαγωγοὺς ὀνομάζουσιν· εἰσὶ δὲ ἐξειλεγμένοι Περσῶν οἱ ἄριστοι δόξαντες ἐν ἡλικίᾳ τέτταρες, ὅ τε σοφώτατος καὶ ὁ δικαιότατος καὶ ὁ σωφρονέστατος καὶ ὁ ἀνδρειότατος. Ὧν ὁ μὲν μαγείαν τε διδάσκει τὴν Ζωροάστρου τοῦ Ὡρομάζου – ἔστι δὲ τοῦτο θεῶν θεραπεία – διδάσκει δὲ καὶ τὰ βασιλικά, ὁ δὲ δικαιότατος ἀληθεύειν διὰ παντὸς τοῦ βίου, ὁ δὲ σωφρονέστατος μηδ’ ὑπὸ μιᾶς ἄρχεσθαι τῶν ἡδονῶν, ἵνα ἐλεύθερος εἶναι ἐθίζηται καὶ ὄντως βασιλεύς, ἄρχων πρῶτον τῶν ἐν αὑτῷ ἀλλὰ μὴ δουλεύων, ὁ δὲ ἀνδρειότατος ἄφοβον καὶ ἀδεᾶ παρασκευάζων, ὡς ὅταν δείσῃ δοῦλον ὄντα·
Παρατηρήσεις
1.Ὁ δὲ Περσῶν …ὦ Ἀλκιβιάδη. Να μεταφράσετε το παραπάνω απόσπασμα.
Μονάδες 10
2.Πόσοι είναι οι βασιλικοί παιδαγωγοί και τι διδάσκει ο καθένας;
Μονάδες 10
3.Να εντοπίσετε δυο επίθετα υπερθετικού βαθμού και να γράψετε τους τρεις βαθμούς του επιρρήματος.
Μονάδες 10
4. Να εντοπίσετε δυο ρηματικούς τύπους σε παρακείμενο και να τους μεταφέρετε στον αόριστο.
Μονάδες 10
5. Στο παρακάτω απόσπασμα: α) να αναγνωρίσετε τους υπογραμμισμένους συντακτικούς όρους, β) να εντοπίσετε τον λανθάνοντα υποθετικό λόγο και να αναγνωρίσετε το είδος του υποθετικού λόγου που λανθάνει και γ) Να μεταφέρετε την τελευταία ημιπερίοδο στον πλάγιο λόγο με εξάρτηση «Σωκράτης ἔφη».
Ἐπειδὰν δὲ ἑπτέτεις γένωνται οἱ παῖδες, ἐπὶ τοὺς ἵππους καὶ ἐπὶ τοὺς τούτων διδασκάλους φοιτῶσιν, καὶ ἐπὶ τὰς θήρας ἄρχονται ἰέναι. δὶς ἑπτὰ δὲ γενόμενον ἐτῶν τὸν παῖδα παραλαμβάνουσιν οὓς ἐκεῖνοι παιδαγωγοὺς ὀνομάζουσιν· εἰσὶ δὲ ἐξειλεγμένοι Περσῶν οἱ ἄριστοι δόξαντες ἐν ἡλικίᾳ τέτταρες, ὅ τε σοφώτατος καὶ ὁ δικαιότατος καὶ ὁ σωφρονέστατος καὶ ὁ ἀνδρειότατος.
Μονάδες 10