Συντακτικό Αρχαίων Ελληνικών: Ασκήσεις στο αντικείμενο
Να βρείτε τα αντικείμενα των παρακάτω ρηματικών τύπων και να δηλώσετε τη μορφή τους.
- ἄνθρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης.
- δέδοικα μὴ ἐπιλαθώμεθα τῆς οἴκαδε ὁδοῦ.
- οὐδὲ τῶν σωμάτων ἐπιμέλονται.
- πάντες τῶν ἀγαθῶν ἐπιθυμοῦσι.
- οἱ ποιηταὶ τὰ αὑτῶν ποιήματα καὶ οἱ πατέρες τοὺς παῖδας ἀγαπῶσι.
- Φίλιππος οὐκ ἀγαπήσει τοῖς πεπραγμένοις.
- ὁ λόφος ἐνεπλήσθη ἱππέων.
- ἤθους δικαίου φαῦλος οὐ ψαύει λόγος.
- ἄκουε πάντων, ἐκλέγου δ’ ἃ συμφέρει.
- νίκης τε τετυχήκαμεν και σωτηρίας.
- πολέμου οὐκ ἄρξομεν.
- δεινόν τοὺς χείρους τῶν βελτιόνων ἄρχειν.
- πᾶσα ἐπιστήμη χωριζομένη ἀρετῆς πανουργία φαίνεται.
- ἀπηλλάγησαν τοῦ κινδύνου.
- ἀγαθὸς ἄρχων οὐδὲν διαφέρει πατρὸς ἀγαθοῦ.
- ἐνετύγχανον τάφροις πλήρεσιν ὕδατος.
- θεῷ μάχεσθαι δεινὸν ἐστὶ καὶ τύχῃ.
- χρὴ πάντας ἀμύνειν τῇ πόλει.
- οὐ τοῦτο ἐρωτῶ σε.
- οὐδένα ἐγὼ ἐπραξάμην μισθὸν ἢ ᾔτησα.
- διδάσκει σε τὴν στρατηγίαν.
- τοὺς Ἀθηναίους καὶ τάδε ὑπομιμνῄσκω.
- ὁ πάππος τὸν Κῦρον καλὴν στολὴν ἐνέδυσεν.
- ὁ Κῦρος τὸ στράτευμα κατένειμε τρία μέρη.
- οὗτοι ἀμελοῦντες τῶν οἰκείων πολλὰ ἀγαθὰ ἡμᾶς ἐργάζονται.
- τὸ σῶμα ἐπιθυμιῶν ἐμπίμπλησιν ἡμᾶς.
- πληρῶ τὴν φιάλην ὕδατος.
- ἤκουσα ταῦτα Σωκράτους.
- ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν.
- ἐπυθόμην ταῦτα αὐτοῦ.
- ἅπαντες ἔλαβον τῆς ζώνης τοῦτον.
- ἐγὼ μὲν οὖν ἀπολύω καὶ ὑμᾶς τῆς αἰτίας.
- πᾶσαν ὑμῖν τὴν ἀλήθειαν ἐρῶ.
- ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις.
- ναῦς καὶ χρήματα παρέσχον τοῖς Κορινθίοις.
- ὁ σίδηρος ἀνισοῖ τοὺς ἀσθενεῖς τοῖς ἰσχυροῖς ἐν τῷ πολέμῳ.
- ὁ θεὸς τὴν ψυχὴν κρατίστην τῷ ἀνθρώπῳ ἐνέφυσε.
- μή μοι φθονήσεις τοῦ μαθήματος.
- ἴσως ἄν μοι, ὦ ἄνδρες δικασταί, φυγῆς τιμήσαιτε.
- τιμᾶται οὖν μοι ὁ ἀνὴρ θανάτου.