Αδίδακτο κείμενο: ∆ημοσθένης, Κατὰ Ἀριστογείτονος Α ́ 15 – 17

 

Φύση και λειτουργία του νόμου. Η στάση του Αριστογείτονα απέναντι στους νόμους της πόλεως

 

Ἅπας ὁ τῶν ἀνθρώπων βίος, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν μεγάλην πόλιν οἰκῶσι κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται. Τούτων δ’ ἡ μὲν φύσις ἐστὶν ἄτακτον καὶ κατ’ ἄνδρ’ ἴδιον τοῦ ἔχοντος, οἱ δὲ νόμοι κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸ πᾶσιν. Ἡ μὲν οὖν φύσις, ἂν ᾖ πονηρά, πολλάκις φαῦλα βούλεται· διόπερ τοὺς τοιούτους ἐξαμαρτάνοντας εὑρήσετε. Οἱ δὲ νόμοι τὸ δίκαιον καὶ τὸ καλὸν καὶ τὸ συμφέρον βούλονται, καὶ τοῦτο ζητοῦσιν, καὶ ἐπειδὰν εὑρεθῇ, κοινὸν τοῦτο πρόσταγμ’ ἀπεδείχθη, πᾶσιν ἴσον καὶ ὅμοιον, καὶ τοῦτ’ ἔστι νόμος. ᾯ πάντας πείθεσθαι προσήκει διὰ πολλά, καὶ μάλισθ’ ὅτι πᾶς ἐστι νόμος εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δ’ ἀνθρώπων φρονίμων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων, πόλεως δὲ συνθήκη κοινή, καθ’ ἣν πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει. Ἀλλὰ μὴν ὅτι νῦν Ἀριστογείτων τοῖς μὲν τῆς ἐνδείξεως δικαίοις ἅπασιν ἑάλωκεν, ἕτερος δ’ οὐδὲ εἷς ἔστιν ἀνεκτὸς αὐτῷ λόγος, περὶ τούτων ῥᾴδιον διδάξαι. δυοῖν γὰρ ὄντοιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὧν ἕνεκα πάντες τίθενται οἱ νόμοι, τοῦ τε μηδένα μηδὲν ὃ μὴ δίκαιόν ἐστι ποιεῖν, καὶ τοῦ τοὺς παραβαίνοντας ταῦτα κολαζομένους βελτίους τοὺς ἄλλους ποιεῖν, ἀμφοτέροις τούτοις οὗτος ἔνοχος ὢν φανήσεται. ἐπὶ μὲν γὰρ οἷς ἐξ ἀρχῆς παρέβη τοὺς νόμους, τὰ ὀφλήματ’ αὐτῷ γέγονεν· ἐπὶ δ’ οἷς οὐκ ἐμμένει τούτοις, νῦν ἐπὶ τὴν παρ’ ὑμῶν ἄγεται τιμωρίαν, ὥστε μηδεμίαν καταλείπεσθαι πρόφασιν δι’ ἣν ἄν τις αὐτὸν ἀφείη.

Παρατηρήσεις

Γ1. Οἱ δὲ νόμοι …ἐν τῇ πόλει. Να μεταφράσετε το παραπάνω απόσπασμα.

Γ2. Για ποιον σκοπό θεσπίζονται οι νόμοι σύμφωνα με τον ρήτορα;

Γ3. α) Να μεταφέρετε στον πληθυντικό αριθμό τις φράσεις :

  • ἡ μὲν οὖν φύσις, ἂν ᾖ πονηρά, πολλάκις φαῦλα βούλεται
  • πᾶς ἐστι νόμος εὕρημα μὲν καὶ δῶρον

β) Να εντοπίσετε ένα επίθετο συγκριτικού βαθμού και να γράψετε τους τρεις βαθμούς τους επιρρήματός του.

Γ4. α) Να βρείτε τα κατηγορούμενα στο παρακάτω απόσπασμα, να γράψετε σε ποιο όρο αποδίδονται και να εξηγήσετε τη συμφωνία ή την ασυμφωνία τους με αυτόν.

β) Να εντοπίσετε τον λανθάνοντα υποθετικό λόγο και να αναγνωρίσετε το είδος του υποθετικού λόγου που λανθάνει.

Οἱ δὲ νόμοι τὸ δίκαιον καὶ τὸ καλὸν καὶ τὸ συμφέρον βούλονται, καὶ τοῦτο ζητοῦσιν, καὶ ἐπειδὰν εὑρεθῇ, κοινὸν τοῦτο πρόσταγμ’ ἀπεδείχθη, πᾶσιν ἴσον καὶ ὅμοιον, καὶ τοῦτ’ ἔστι νόμος. ᾯ πάντας πείθεσθαι προσήκει διὰ πολλά, καὶ μάλισθ’ ὅτι πᾶς ἐστι νόμος εὕρημα μὲν καὶ δῶρον θεῶν, δόγμα δ’ ἀνθρώπων φρονίμων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων, πόλεως δὲ συνθήκη κοινή, καθ’ ἣν πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει.

 

 

Αυτός ο ιστότοπος χρησιμοποιεί το Akismet για να μειώσει τα ανεπιθύμητα σχόλια. Μάθετε πώς υφίστανται επεξεργασία τα δεδομένα των σχολίων σας.